Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.272 Joseph. AJ 16.277 (English) >>Joseph. AJ 16.282

16.275εἰς δὲ τὴν Ἀραβίαν ἀφορμήσαντες Συλλαίου δεξαμένου μετὰ τὴν ἀποτυχίαν τοῦ Σαλώμης γάμου, τόπον τε ἐρυμνὸν ἐκείνου δόντος ᾤκησαν καὶ κατατρέχοντες οὐ μόνον τὴν Ἰουδαίαν ἀλλὰ καὶ τὴν κοίλην Συρίαν ἅπασαν ἐλῄζοντο, παρέχοντος ὁρμητήρια τοῦ Συλλαίου καὶ κακῶς ποιοῦσιν ἄδειαν. 16.276Ἡρώδης δὲ ἐπανελθὼν ἀπὸ τῆς Ῥώμης ἔγνω πολλὰ τῶν οἰκείων αὐτῷ κεκακωμένα, καὶ τῶν μὲν λῃστῶν ἐγκρατὴς γενέσθαι οὐκ ἠδυνήθη διὰ τὴν ἀσφάλειαν, ἣν ἐκ τῆς τῶν Ἀράβων προστασίας ἐπορίσαντο, χαλεπῶς δὲ ἔχων αὐτὸς τῶν ἀδικημάτων περιελθὼν τὸν Τράχωνα τοὺς οἰκείους αὐτῶν ἀπέσφαξεν. 16.277ἐντεῦθεν ἐκεῖνοι καὶ μᾶλλον πρὸς ὀργὰς ὧν ἐπεπόνθεισαν ὄντος αὐτοῖς καὶ νόμου πάντα τρόπον ἐπεξιέναι τοὺς τῶν οἰκείων φονεῖς ἀνυποτιμήτως τὴν Ἡρώδου πᾶσαν ἄγοντες καὶ φέροντες διετέλουν. ἐκεῖνος δὲ διελέγετο περὶ τούτων τοῖς Καίσαρος ἡγεμόσιν Σατορνίνῳ τε καὶ Οὐολομνίῳ ἐπὶ κολάσει τοὺς λῃστὰς ἐξαιτούμενος. 16.278ὅθεν ἔτι καὶ μᾶλλον ἰσχυρῶς ἐχόντων πλείους μὲν ἐγίνοντο, πάντα δὲ ἐτάραττον ἐπʼ ἀναστάσει τῆς Ἡρώδου βασιλείας χωρία καὶ κώμας πορθοῦντες καὶ τοὺς λαμβανομένους τῶν ἀνθρώπων ἀπέσφαττον, ὡς εἶναι πολέμῳ τὴν ἀδικίαν ἐοικυῖαν· ἐγεγόνεισαν γὰρ ἤδη περὶ χιλίους. 16.279ἐφʼ οἷς ἀχθόμενος Ἡρώδης τούς τε λῃστὰς ἐξῄτει καὶ χρέος διὰ Συλλαίου δανείσας ἔτυχεν Ὀβάδᾳ τάλαντα ἑξήκοντα, παρηκούσης αὐτῷ τῆς προθεσμίας ἀπολαβεῖν ἠξίου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.272 Joseph. AJ 16.277 (English) >>Joseph. AJ 16.282

Powered by PhiloLogic